Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 12.1 | Dem. 12.7 (English) | >>Dem. 12.10 |
12.5Καλλίας τοίνυν ὁ παρʼ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῷ Παγασίτῃ κόλπῳ κατοικουμένας ἔλαβεν ἁπάσας , ὑμῖν μὲν ἐνόρκους , ἐμοὶ δὲ συμμαχίδας οὔσας , τοὺς δʼ εἰς Μακεδονίαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων · καὶ διὰ ταῦθʼ ὑμεῖς ἐπῃνεῖτʼ αὐτὸν ἐν τοῖς ψηφίσμασιν . ὥστʼ ἔγωγʼ ἀπορῶ τί ποτʼ ἔσται καινότερον , ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν · καὶ γὰρ ὅτε φανερῶς διεφερόμεθα , λῃστὰς ἐξεπέμπετε καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε , τοῖς ἐναντίοις ἐβοηθεῖτε , τὴν χώραν μου κακῶς ἐποιεῖτε .
χωρὶς τοίνυν εἰς τοῦτο παρανομίας ἀφῖχθε καὶ δυσμενείας ὥστε καὶ πρὸς τὸν Πέρσην πρέσβεις ἀπεστάλκατε πείσοντας αὐτὸν ἐμοὶ πολεμεῖν · ὃ μάλιστʼ ἄν τις θαυμάσειεν . πρὸ μὲν γὰρ τοῦ λαβεῖν αὐτὸν Αἴγυπτον καὶ Φοινίκην ἐψηφίσασθε , ἂν ἐκεῖνός τι νεωτερίζῃ , παρακαλεῖν ὁμοίως ἐμὲ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαντας ἐπʼ αὐτόν ·
12.7νῦν δὲ τοσοῦτον ὑμῖν περίεστι τοῦ πρὸς ἐμὲ μίσους ὥστε πρὸς ἐκεῖνον διαλέγεσθε περὶ τῆς ἐπιμαχίας . καίτοι τὸ παλαιὸν οἱ πατέρες ὑμῶν , ὡς ἐγὼ πυνθάνομαι , τοῖς Πεισιστρατίδαις ἐπετίμων ὡς ἐπάγουσι τὸν Πέρσην ἐπὶ τοὺς Ἕλληνας · ὑμεῖς δʼ οὐκ αἰσχύνεσθε ταῦτα ποιοῦντες ἃ διετελεῖτε τοῖς τυράννοις ἐγκαλοῦντες .
ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετʼ ἐν τοῖς ψηφίσμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐᾶν Θρᾴκης ἄρχειν , ὡς ὄντας Ἀθηναίους . ἐγὼ δὲ τούτους οὔτε τῶν περὶ τῆς εἰρήνης συνθηκῶν οἶδα μετασχόντας ὑμῖν οὔτʼ ἐν ταῖς στήλαις ἀναγεγραμμένους οὔτʼ Ἀθηναίους ὄντας , ἀλλὰ Τήρην μὲν μετʼ ἐμοῦ στρατευόμενον ἐφʼ ὑμᾶς , Κερσοβλέπτην δὲ τοῖς παρʼ ἐμοῦ πρεσβευταῖς ἰδίᾳ μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον , κωλυθέντα δʼ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν ἀποφαινόντων αὐτὸν Ἀθηναίων ἐχθρόν .
12.6
12.8
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 12.1 | Dem. 12.7 (English) | >>Dem. 12.10 |